«Πείθουσιν γάρ ημάς οί ρήτορες πάντοτε, δίχα τής αυτών γλώττης μή δύνασθαι ζήν.»


Ναύτης και Υιός
 έργο του.. Αισώπου 6 αι πχ
 Λέγεται γὰρ ὡς ναύτης τις εἶχεν υἱόν, ἠβουλήθη δὲ τὴν
γραμματικὴν αὐτῷ ἐκπαιδεῦσαι· ὅθεν καὶ ἐν διδασκαλίῳ τοῦτον βαλὼν καὶ χρόνον ἱκανὸν ποιήσας ἐκεῖ τὴν γραμματικὴνεἰς ἄκρον διῆλθεν· εἶτα λέγει τῷ πατρὶ αὐτοῦ ὁ νέος·  πάτερ, ἰδοὺ τὴν γραμματικὴν πᾶσαν ἐν ἀκριβείᾳ διῆλθον· ἀλλ᾽ οὖν ἐθέλω καὶ τὴν ῥητορικὴν διελθεῖν. ἤρεσεν οὖν τῷ πατρὶ καὶ ἐν διδασκαλίῳ πάλιν βαλὼν αὐτὸν ῥήτωρ τέλειος ἐγένετο· παριουσῶνδὲ τῶν ἡμερῶν ἐν τῇ οἰκίᾳ μετὰ τῆς μητρός αὐτοῦ καὶ τοῦ πατρός  συνήσθιον ἀλλήλοις καὶ διηγεῖται ὁ νέος τῷ πατρί καὶ τῇ μητρί, ὡς τῆς γραμματικῆς καὶ τῆς ῥητορικῆς ἐστιν ἔμπειρος· ὁ δὲ πατήρ λέγει πρὸς τὸν υἱὸν αὐτοῦ· περὶ τῆς ῥητορικῆς ἀκήκοα, ὅτι κειμήλιόν ἐστι πασῶν τῶν τεχνῶν καθάπερ καὶ ὁ μακάριος ἀπτῄστος γράφει· δὸς οὖν καὶ σὺ πεῖράν τινα τῆς τέχνης.
ἀποκριθεὶς δὲ ὁ νέος ἔφη· ταύτην διανέμων τὴν ὄρνιν καθ᾽ ἃ ἡ γραμματικὴ κελεύει, δείξω ὑμῖν, ὅτι ὄντως ἡ γραμματικὴ κρείττων ἐστὶ τῶν ἄλλων τεχνῶν. τέμνων δὲ τὴν ὄρνιν ἔφη· σοί,πατερ, τὴν κεφαλὴν δώσω, ὅτι κεφαλὴ εἶ τοῦ οἴκου καὶ πᾶσιν ἡμῖν ἐπιτάττεις. σοὶ δέ, μήτερ, τοὺς πόδας τούτους προσνέμω,διότι πᾶσαν τὴν ἡμέραν διατρέχουσα διὰ τοῦ οἴκου πράγματα πολλὰ ἔχεις· ἄνευ δὲ τῶν ποδῶν περιγενέσθαι τούτου οὐ δύνασαι. τοῦτο δὲ τὸ σῶμα νεκρὸν ἐμοὶ λείπεται, ᾧ οὐδὲν εὔκολόν ἐστιν ἐν τῷ βίῳ, ἵνα καὶ ἀπολαύω τι τῆς πολλῆς διδαχῆς. καὶ τοῦτο εἰπὼν καταφαγεῖν ἤρξατο τὴν ὄρνιν. ὁ δὲ πατήρ ὀργισθεὶς ἀφήρπασε τὴν ὄρνιν καὶ ἔφη δύο μέρη ποιήσας τὸ μὲν πρῶτον αὐτὸς διανεῖμαι τὴν ὄρνιν ταύτην οὐκ ἤθελον ἀλλ᾽ οὖν θέλω, ἵνα φάγω τὸ ἓν ἐγώ, τὸ δὲ ἕτερον ἡ σὴ μήτηρ σὺ δὲ φάγε, ὅπερ πεποίηκας μετὰ τῆς ῥητορικῆς σου οὕτω πανθάνουσιν οἱ μετὰ πανουργίας καὶ δολοπλόκων λόγων ἐν τῷ βίῳ πορευόμενοι.
Από  toxolyros.
Γ.Δημ

Σχόλια